Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.45.3 | Hdt. 1.46.3 (English) | >>Hdt. 1.48.1 |
1.46.1
Κροῖσος δὲ ἐπὶ δύο ἔτεα ἐν πένθεϊ μεγάλῳ κατῆστο τοῦ παιδὸς ἐστερημένος . μετὰ δὲ ἡ Ἀστυάγεος τοῦ Κυαξάρεω ἡγεμονίη καταιρεθεῖσα ὑπὸ Κύρου τοῦ Καμβύσεω καὶ τὰ τῶν Περσέων πρήγματα αὐξανόμενα πένθεος μὲν Κροῖσον ἀπέπαυσε , ἐνέβησε δὲ ἐς φροντίδα , εἴ κως δύναιτο , πρὶν μεγάλους γενέσθαι τοὺς Πέρσας , καταλαβεῖν αὐτῶν αὐξανομένην τὴν δύναμιν .
1.46.2 μετὰ ὦν τὴν διάνοιαν ταύτην αὐτίκα ἀπεπειρᾶτο τῶν μαντείων τῶν τε ἐν Ἕλλησι καὶ τοῦ ἐν Λιβύῃ , διαπέμψας ἄλλους ἄλλῃ , τοὺς μὲν ἐς Δελφοὺς ἰέναι , τοὺς δὲ ἐς Ἄβας τὰς Φωκέων , τοὺς δὲ ἐς Δωδώνην · οἱ δέ τινες ἐπέμποντο παρά τε Ἀμφιάρεων καὶ παρὰ Τροφώνιον , οἱ δὲ τῆς Μιλησίης ἐς Βραγχίδας .
1.46.3 ταῦτα μέν νυν τὰ Ἑλληνικὰ μαντήια ἐς τὰ ἀπέπεμψε μαντευσόμενος Κροῖσος · Λιβύης δὲ παρὰ Ἄμμωνα ἀπέστελλε ἄλλους χρησομένους . διέπεμπε δὲ πειρώμενος τῶν μαντηίων ὅ τι φρονέοιεν , ὡς εἰ φρονέοντα τὴν ἀληθείην εὑρεθείη , ἐπείρηται σφέα δεύτερα πέμπων εἰ ἐπιχειρέοι ἐπὶ Πέρσας στρατεύεσθαι .
ch. 47
1.47.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 1.45.3 | Hdt. 1.46.3 (English) | >>Hdt. 1.48.1 |